Η Α. Θ. Μακαριότης, ο Πάπας και Πατριάρχης Αλεξανδρείας και πάσης Αφρικής κ.κ. Θεόδωρος Β’, με επιστολή του προς τον Μακαριώτατο Πατριάρχη Αντιοχείας κ.κ. Ιωάννη, εκφράζει την βαθιά του λύπη και την συμπαράστασή του προς τις οικογένειες των αδικοχαμένων παιδιών, από την τρομοκρατική επίθεση στον Ιερό Ναό των Αγίων Αποστόλων Πέτρου και Παύλου της Σελευκουπόλεως.

Μακαριώτατε Πατριάρχα Ἀντιοχείας καὶ πάσης Ἀνατολῆς, λίαν ἀγαπητὲ καὶ περιπόθητε ἀδελφὲ καὶ συλλειτουργὲ τῆς ἡμῶν Μετριότητος κ. Ἰωάννη, τὴν Ὑμετέραν γερασμίαν Μακαριότητα ἀδελφικῶς ἐν Κυρίῳ Ἀναστάντι κατασπαζόμενοι, ὑπερήδιστα προσαγορεύομεν.

Ὁδεύοντες ἤδη διὰ Ἱεραποστολικὴν περιοδείαν πρὸς Τανζανίαν, μετὰλύπης καὶ ἀγωνίας ἐπληροφορήθημεν, διὰ τῶν ὁπτικῶν καὶ γραπτῶν ἀναφορῶν τῶν ἠλεκτρονικῶν διαύλων μαζικῆς ἐνημερώσεως, τὴν θλιβερὰν εἴδησιν τῆς ἀνάνδρου δολοφονίας καὶ τοῦ προώρου θανάτου ἀθώων χριστιανοπαίδων, ἐντὸς τοῦ Ἱεροῦ Ναοῦ Ἀποστόλου Παύλου, ἐν Σελευκουπόλει τῆς Συρίας.

Διὰ τῆς παρούσης ἀδελφικῆς ἐπιστολῆς προαγόμεθα ὅπως ἐκφράσω μεν τὰ θερμά ἡμῶν συλληπητήρια καὶ τὴν ἀμέριστον συμπαράστασιν ἡμῶν πρὸς Ὑμᾶς καὶ πρὸς τοὺς συγγενεῖς τῶν θυμάτων, καὶ τὸν εὐσεβῆ Συριακὸν λαὸν, εὐχόμενοι ὅπως ὁ Ἀναστὰς Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατατάξῃ τὰ παιδία ἐν χώρᾳ ζώντων καὶ σκηναῖς Ἁγίων Μαρτύρων, ἡ δὲ Παναγία Θεοτόκος, ἡ Ἐλπὶς τῶν Ἀπηλπισμένων, παραμυθήσῃ πάντας Ὑμᾶς.

Ὅθεν, ἐκφράζοντεςκαὶαὖθιςἐκ μέσης καρδίας τῇ Ὑμετέρα ἀδελφοποθήτῳ Μακαριότητικαί τῇ περὶ Αὐτήν Ἐκκλησίᾳ τήν ὁλόθυμον συμπαράστασιντοῦ καθ’ ἡμᾶς Ἀποστολικοῦ καί Πατριαρχικοῦ Θρόνου καί περιπτυσσόμενοι Ὑμᾶς φιλήματι ἀδελφικῷ καί ἁγίῳ, διατελοῦμεν μετά Ἀναστασίμου ἀγάπης καί πάσης τιμῆς.

Τῆς Ὑμετέρας γερασμίας Μακαριότητος

ἀγαπητὸς ἐν Χριστῷ Ἀναστάντι ἀδελφὸς

Αρέσει σε %d bloggers: